|
Τὴν πεντάχορδον λύραν. Самогласен 4-го гласа в честь пяти мучеников: Евстратия, Авксентия, Евгения,...
Читать дальше
Τὴν πεντάχορδον λύραν. Самогласен 4-го гласа в честь пяти мучеников: Евстратия, Авксентия, Евгения, Мардария и Ореста (13 декабря). Пятерых уподобляют пятиструнной лире и пятисвечному светильнику.
Греческий текст Τὴν πεντάχορδον λύραν, καὶ πεντάφωτον λυχνίαν, τῆς τοῦ Θεοῦ Ἐκκλησίας, τοὺς θεοφόρους Μάρτυρας, φερωνύμως ὑμνήσωμεν, καὶ εὐσεβῶς ἐγκωμιάσωμεν· Χαίροις, ὁ καλῶς ὑπὸ Θεοῦ στρατευθείς, ἐν τῇ ἐπουρανίῳ στρατιᾷ, καὶ τῷ στρατολογήσαντι ἀρέσας, ὁ ἐν ῥήτορσι ῥήτωρ, Εὐστράτιε θεόσοφε. Χαίροις, ὁ τὸ τάλαντον, τὸ ἐκ Θεοῦ σοι πιστευθέν, ἐπαυξήσας εἰς πλῆθος, Αὐξέντιε Μακάριε. Χαίροις, ὁ τερπνότατος ὄρπηξ, τῆς θεϊκῆς εὐγενείας, Εὐγένιε θεόφρον· Χαίροις, ὁ ὡραῖος τῇ μορφῇ, τῇ δὲ γνώμῃ ὑπέρκαλος, καὶ ἀμφοτεροδέξιος, ὁ ἐν τοῖς ὄρεσιν ἐνδιαιτώμενος ὅλος, πανόλβιε Ὀρέστα. Χαίροις, ὁ στίλβων καὶ διαυγὴς μαργαρίτης, ὁ τὰς βασάνους τὰς πικράς, χαρμονικῶς ὑπομείνας, Μαρδάριε ἀήττητε. Χαίροις, ὁ ἰσάριθμος χορὸς τῶν φρονίμων Παρθένων, οὓς καθικετεύομεν, πάσης ὀργῆς καὶ θλίψεως λυτρώσασθαι, καὶ τῆς ἀφράστου ὑμῶν δόξης, συμμετόχους ποιῆσαι, τοὺς τὴν ἐτήσιον ὑμῶν, μνήμην γεραίροντας. Х Свернуть |
||